Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.22 Joseph. AJ 6.25 (English) >>Joseph. AJ 6.29

6.24καταπλήττει δʼ αὐτοὺς τοῦτο καὶ εἰς ταραχὴν ἄγει καὶ δέος, καὶ δραμόντες πρὸς Σαμουῆλον, ἀναπεπτωκέναι τὰς ψυχὰς αὐτῶν ὑπὸ φόβου καὶ τῆς προτέρας ἥττης ἔφασκον καὶ διὰ τοῦτʼ ἠρεμεῖν, ἵνα μὴ κινήσωμεν τὴν τῶν πολεμίων δύναμιν, σοῦ δʼ ἀναγαγόντος ἡμᾶς ἐπʼ εὐχὰς καὶ θυσίας καὶ ὅρκους γυμνοῖς καὶ ἀνόπλοις ἐπεστράτευσαν οἱ πολέμιοι· ἐλπὶς οὖν ἡμῖν οὐκ ἄλλη σωτηρίας, μόνη παρὰ σοῦ καὶ τοῦ θεοῦ 6.25ἱκετευθέντος ὑπὸ σοῦ παρασχεῖν ἡμῖν διαφυγεῖν Παλαιστίνους.” δὲ θαρρεῖν τε προτρέπεται καὶ βοηθήσειν αὐτοῖς τὸν θεὸν ἐπαγγέλλεται καὶ λαβὼν ἄρνα γαλαθηνόν, ὑπὲρ τῶν ὄχλων θύει καὶ παρακαλεῖ τὸν θεὸν ὑπερσχεῖν αὐτῶν τὴν δεξιὰν ἐν τῇ πρὸς Παλαιστίνους μάχῃ καὶ μὴ περιϊδεῖν αὐτοὺς δεύτερον δυστυχήσαντας. ἐπήκοος δὲ γίνεται τῶν εὐχῶν θεὸς, καὶ προσδεξάμενος εὐμενεῖ καὶ συμμάχῳ τῇ διανοίᾳ τὴν θυσίαν ἐπινεύει νίκην αὐτοῖς καὶ κράτος. 6.26ἔτι δʼ ἐπὶ τοῦ βωμοῦ τὴν θυσίαν ἔχοντος τοῦ θεοῦ καὶ μήπω πᾶσαν διὰ τῆς ἱερᾶς φλογὸς ἀπειληφότος προῆλθεν ἐκ τοῦ στρατοπέδου τῶν πολεμίων δύναμις καὶ παρατάσσεται εἰς μάχην, ἐπʼ ἐλπίδι μὲν νίκης, ὡς ἀπειλημμένων ἐν ἀπορίᾳ τῶν Ἰουδαίων μήτε ὅπλα ἐχόντων μήτε ὡς ἐπὶ μάχῃ ἐκεῖσε ἀπηντηκότων, περιπίπτουσι δὲ οἷς οὐδʼ εἰ προύλεγέ τις ῥᾳδίως ἐπείσθησαν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.22 Joseph. AJ 6.25 (English) >>Joseph. AJ 6.29

Powered by PhiloLogic